Σωκράτης
[10a] τάχ᾽,
ὠγαθέ, βέλτιον εἰσόμεθα. ἐννόησον γὰρ τὸ τοιόνδε· ἆρα τὸ ὅσιον ὅτι ὅσιόν ἐστιν
φιλεῖται ὑπὸ τῶν θεῶν, ἢ ὅτι φιλεῖται ὅσιόν ἐστιν;
Εὐθύφρων
οὐκ οἶδ᾽ ὅτι
λέγεις, ὦ Σώκρατες.
Σωκράτης
ἀλλ᾽ ἐγὼ
πειράσομαι σαφέστερον φράσαι. λέγομέν τι φερόμενον καὶ φέρον καὶ ἀγόμενον καὶ ἄγον
καὶ ὁρώμενον καὶ ὁρῶν καὶ πάντα τὰ τοιαῦτα μανθάνεις ὅτι ἕτερα ἀλλήλων ἐστὶ καὶ
ᾗ ἕτερα;
Εὐθύφρων
ἔγωγέ μοι
δοκῶ μανθάνειν.
Σωκράτης
οὐκοῦν καὶ
φιλούμενόν τί ἐστιν καὶ τούτου ἕτερον τὸ φιλοῦν;
Εὐθύφρων
πῶς γὰρ οὔ;
Σωκράτης
[10b] λέγε
δή μοι, πότερον τὸ φερόμενον διότι φέρεται φερόμενόν ἐστιν, ἢ δι᾽ ἄλλο τι;
Εὐθύφρων
οὔκ, ἀλλὰ
διὰ τοῦτο.
Σωκράτης
καὶ τὸ ἀγόμενον
δὴ διότι ἄγεται, καὶ τὸ ὁρώμενον διότι ὁρᾶται;
Εὐθύφρων
πάνυ γε.
Σωκράτης
οὐκ ἄρα
διότι ὁρώμενόν γέ ἐστιν, διὰ τοῦτο ὁρᾶται, ἀλλὰ τὸ ἐναντίον διότι ὁρᾶται, διὰ
τοῦτο ὁρώμενον· οὐδὲ διότι ἀγόμενόν ἐστιν, διὰ τοῦτο ἄγεται, ἀλλὰ διότι ἄγεται,
διὰ τοῦτο ἀγόμενον· οὐδὲ διότι φερόμενον φέρεται, ἀλλὰ διότι φέρεται φερόμενον.
ἆρα κατάδηλον, ὦ Εὐθύφρων, ὃ [10c] βούλομαι λέγειν; βούλομαι δὲ τόδε, ὅτι εἴ τι
γίγνεται ἤ τι πάσχει, οὐχ ὅτι γιγνόμενόν ἐστι γίγνεται, ἀλλ᾽ ὅτι γίγνεται γιγνόμενόν
ἐστιν· οὐδ᾽ ὅτι πάσχον ἐστὶ πάσχει, ἀλλ᾽ ὅτι πάσχει πάσχον ἐστίν· ἢ οὐ συγχωρεῖς
οὕτω;
Εὐθύφρων
ἔγωγε.
Σωκράτης
οὐκοῦν καὶ
τὸ φιλούμενον ἢ γιγνόμενόν τί ἐστιν ἢ πάσχον τι ὑπό του;
Εὐθύφρων
πάνυ γε.
Σωκράτης
καὶ τοῦτο
ἄρα οὕτως ἔχει ὥσπερ τὰ πρότερα· οὐχ ὅτι φιλούμενόν ἐστιν φιλεῖται ὑπὸ ὧν φιλεῖται,
ἀλλ᾽ ὅτι φιλεῖται φιλούμενον;
Εὐθύφρων
ἀνάγκη.
Σωκράτης
[10d] τί
δὴ οὖν λέγομεν περὶ τοῦ ὁσίου, ὦ Εὐθύφρων; ἄλλο τι φιλεῖται ὑπὸ θεῶν πάντων, ὡς
ὁ σὸς λόγος;
Εὐθύφρων
ναί.
Σωκράτης
ἆρα διὰ
τοῦτο, ὅτι ὅσιόν ἐστιν, ἢ δι᾽ ἄλλο τι;
Εὐθύφρων
οὔκ, ἀλλὰ
διὰ τοῦτο.
Σωκράτης
διότι ἄρα
ὅσιόν ἐστιν φιλεῖται, ἀλλ᾽ οὐχ ὅτι φιλεῖται, διὰ τοῦτο ὅσιόν ἐστιν;
Εὐθύφρων
ἔοικεν.
Σωκράτης
ἀλλὰ μὲν
δὴ διότι γε φιλεῖται ὑπὸ θεῶν φιλούμενόν ἐστι καὶ θεοφιλές.
Εὐθύφρων
πῶς γὰρ οὔ;
Σωκράτης
οὐκ ἄρα τὸ
θεοφιλὲς ὅσιόν ἐστιν, ὦ Εὐθύφρων, οὐδὲ τὸ ὅσιον θεοφιλές, ὡς σὺ λέγεις, ἀλλ᾽ ἕτερον
τοῦτο τούτου.
Εὐθύφρων
[10e] πῶς
δή, ὦ Σώκρατες;
Σωκράτης
ὅτι ὁμολογοῦμεν
τὸ μὲν ὅσιον διὰ τοῦτο φιλεῖσθαι, ὅτι ὅσιόν ἐστιν, ἀλλ᾽ οὐ διότι φιλεῖται ὅσιον
εἶναι· ἦ γάρ;
Εὐθύφρων
ναί.
Σωκράτης
τὸ δέ γε
θεοφιλὲς ὅτι φιλεῖται ὑπὸ θεῶν, αὐτῷ τούτῳ τῷ φιλεῖσθαι θεοφιλὲς εἶναι, ἀλλ᾽ οὐχ
ὅτι θεοφιλές, διὰ τοῦτο φιλεῖσθαι.
Εὐθύφρων
ἀληθῆ λέγεις.
Σωκράτης
ἀλλ᾽ εἴ
γε ταὐτὸν ἦν, ὦ φίλε Εὐθύφρων, τὸ θεοφιλὲς καὶ τὸ ὅσιον, εἰ μὲν διὰ τὸ ὅσιον εἶναι
ἐφιλεῖτο τὸ [11a] ὅσιον, καὶ διὰ τὸ θεοφιλὲς εἶναι ἐφιλεῖτο ἂν τὸ θεοφιλές, εἰ
δὲ διὰ τὸ φιλεῖσθαι ὑπὸ θεῶν τὸ θεοφιλὲς θεοφιλὲς ἦν, καὶ τὸ ὅσιον ἂν διὰ τὸ
φιλεῖσθαι ὅσιον ἦν· νῦν δὲ ὁρᾷς ὅτι ἐναντίως ἔχετον, ὡς παντάπασιν ἑτέρω ὄντε ἀλλήλων.
τὸ μὲν γάρ, ὅτι φιλεῖται, ἐστὶν οἷον φιλεῖσθαι· τὸ δ᾽ ὅτι ἐστὶν οἷον φιλεῖσθαι,
διὰ τοῦτο φιλεῖται. καὶ κινδυνεύεις, ὦ Εὐθύφρων, ἐρωτώμενος τὸ ὅσιον ὅτι ποτ᾽ ἐστίν,
τὴν μὲν οὐσίαν μοι αὐτοῦ οὐ βούλεσθαι δηλῶσαι, πάθος δέ τι περὶ αὐτοῦ λέγειν, ὅτι
πέπονθε τοῦτο τὸ ὅσιον, φιλεῖσθαι ὑπὸ πάντων [11b] θεῶν· ὅτι δὲ ὄν, οὔπω εἶπες.
εἰ οὖν σοι φίλον, μή με ἀποκρύψῃ ἀλλὰ πάλιν εἰπὲ ἐξ ἀρχῆς τί ποτε ὂν τὸ ὅσιον εἴτε
φιλεῖται ὑπὸ θεῶν εἴτε ὁτιδὴ πάσχει--οὐ γὰρ περὶ τούτου διοισόμεθα--ἀλλ᾽ εἰπὲ
προθύμως τί ἐστιν τό τε ὅσιον καὶ τὸ ἀνόσιον;
Εὐθύφρων
ἀλλ᾽, ὦ Σώκρατες,
οὐκ ἔχω ἔγωγε ὅπως σοι εἴπω ὃ νοῶ· περιέρχεται γάρ πως ἡμῖν ἀεὶ ὃ ἂν προθώμεθα
καὶ οὐκ ἐθέλει μένειν ὅπου ἂν ἱδρυσώμεθα αὐτό.
Σωκράτης
τοῦ ἡμετέρου
προγόνου, ὦ Εὐθύφρων, ἔοικεν εἶναι [11c] Δαιδάλου τὰ ὑπὸ σοῦ λεγόμενα. καὶ εἰ μὲν
αὐτὰ ἐγὼ ἔλεγον καὶ ἐτιθέμην, ἴσως ἄν με ἐπέσκωπτες ὡς ἄρα καὶ ἐμοὶ κατὰ τὴν ἐκείνου
συγγένειαν τὰ ἐν τοῖς λόγοις ἔργα ἀποδιδράσκει καὶ οὐκ ἐθέλει μένειν ὅπου ἄν
τις αὐτὰ θῇ· νῦν δὲ σαὶ γὰρ αἱ ὑποθέσεις εἰσίν. ἄλλου δή τινος δεῖ σκώμματος· οὐ
γὰρ ἐθέλουσι σοὶ μένειν, ὡς καὶ αὐτῷ σοι δοκεῖ.
Εὐθύφρων
ἐμοὶ δὲ
δοκεῖ σχεδόν τι τοῦ αὐτοῦ σκώμματος, ὦ Σώκρατες, δεῖσθαι τὰ λεγόμενα· τὸ γὰρ
περιιέναι αὐτοῖς τοῦτο καὶ μὴ μένειν ἐν τῷ αὐτῷ οὐκ ἐγώ εἰμι ὁ ἐντιθείς, [11d] ἀλλὰ σύ μοι δοκεῖς ὁ Δαίδαλος,
ἐπεὶ ἐμοῦ γε ἕνεκα ἔμενεν ἂν ταῦτα οὕτως.
Σωκράτης
κινδυνεύω
ἄρα, ὦ ἑταῖρε, ἐκείνου τοῦ ἀνδρὸς δεινότερος γεγονέναι τὴν τέχνην τοσούτῳ, ὅσῳ ὁ
μὲν τὰ αὑτοῦ μόνα ἐποίει οὐ μένοντα, ἐγὼ δὲ πρὸς τοῖς ἐμαυτοῦ, ὡς ἔοικε, καὶ τὰ
ἀλλότρια. καὶ δῆτα τοῦτό μοι τῆς τέχνης ἐστὶ κομψότατον, ὅτι ἄκων εἰμὶ σοφός· ἐβουλόμην
γὰρ ἄν μοι τοὺς λόγους μένειν καὶ ἀκινήτως ἱδρῦσθαι μᾶλλον ἢ πρὸς τῇ [11e] Δαιδάλου
σοφίᾳ τὰ Ταντάλου χρήματα γενέσθαι. καὶ τούτων μὲν ἅδην· ἐπειδὴ δέ μοι δοκεῖς σὺ
τρυφᾶν, αὐτός σοι συμπροθυμήσομαι [δεῖξαι] ὅπως ἄν με διδάξῃς περὶ τοῦ ὁσίου.
καὶ μὴ προαποκάμῃς· ἰδὲ γὰρ εἰ οὐκ ἀναγκαῖόν σοι δοκεῖ δίκαιον εἶναι πᾶν τὸ ὅσιον.









